TLG 0601 001 :: 〈ZALEUCUS Nomographus〉 :: Fragmenta

〈ZALEUCUS Nomographus〉 〈Phil.〉
(Locrus: 4/2 B.C.?)

Fragmenta

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 225–229.

Citation: Page — (line)

25

Προοίμια νόμων225

226

(23)

Stob.4.2.19 p.123 He. (Mullach 1 p.542) Ζαλεύκου Προοίμια νόμων. Τοὺς κατοικοῦντας τὴν πόλιν καὶ τὴν χώραν πάντας πρῶτον
25πεπεῖσθαι χρὴ καὶ νομίζειν θεοὺς εἶναι ἀναβλέποντας ἐς οὐρανὸν καὶ τὸν κόσμον καὶ τὴν ἐν αὐτοῖς διακόσμησιν καὶ τάξιν· οὐ γὰρ τύχης οὐδ’ ἀνθρώπων εἶναι δημιουργήματα· σέβεσθαι δὲ τούτους καὶ τιμᾶν, ὡς αἰτίους ὄντας ἁπάντων ἡμῖν ἀγαθῶν τῶν κατὰ λόγον γιγνομένων. ἕκαστον οὖν ἔχειν καὶ παρασκευάζειν δεῖ τὴν αὑτοῦ ψυχὴν πάντων
30τῶν κακῶν καθαράν· ὡς οὐ τιμᾶται θεὸς ὑπ’ ἀνθρώπου φαύλου οὐδὲ θεραπεύεται δαπάναις οὐδὲ τραγῳδίαις τῶν ἀναλισκομένων καθάπερ
μοχθηρὸς ἄνθρωπος, ἀλλ’ ἀρετῇ καὶ προαιρέσει τῶν καλῶν ἔργων226

227

καὶ δικαίων. διὸ ἕκαστον εἰς δύναμιν ἀγαθὸν εἶναι καὶ πράξει καὶ προαιρέσει τὸν μέλλοντα ἔσεσθαι θεοφιλῆ, καὶ μὴ φοβεῖσθαι τὰς εἰς χρήματα ζημίας μᾶλλον τῶν εἰς αἰσχύνην τεινόντων, καὶ πολίτην ἀμείνονα ὀνομάζειν τὸν τὴν οὐσίαν προιέμενον μᾶλλον τοῦ καλοῦ καὶ
5δικαίου. ὅσοις δὲ μὴ ῥᾴδιον πρὸς ταῦτα τὴν ὁρμὴν ποιεῖσθαι, τὴν δὲ ψυχὴν ἔχουσιν εὐκίνητον πρὸς ἀδικίαν, ὧδ’ ἡμῖν παρηγγέλθω πᾶσι τοῖς τοιούτοις πολίταις καὶ συνοίκοις, μεμνῆσθαι θεῶν ὡς ὄντων καὶ δίκας ἐπιπεμπόντων τοῖς ἀδίκοις, καὶ τίθεσθαι πρὸ ὀμμάτων τὸν καιρὸν τοῦτον, ἐν ᾧ γίνεται τὸ τέλος ἑκάστῳ τῆς ἀπαλλαγῆς τοῦ ζῆν.
10πᾶσι γὰρ ἐμπίπτει μεταμέλεια τοῖς μέλλουσι τελευτᾶν, μεμνημένοις ὧν ἠδικήκασι, καὶ ὁρμὴ τοῦ βούλεσθαι πάντα πεπρᾶχθαι δικαίως αὐτοῖς. διὸ δεῖ ἕκαστον παρ’ ἑκάστην πρᾶξιν αἰεὶ συνοικειοῦν τὸν καιρὸν τοῦτον ὡς δὴ παρόντα· οὕτω γὰρ ἂν μάλιστα τοῦ καλοῦ καὶ τοῦ δικαίου φροντιεῖν. ἐὰν δέ τῳ παραστῇ δαίμων κακὸς τρέπων
15πρὸς ἀδικίαν, διατρίβειν πρὸς ναοῖς καὶ βωμοῖς καὶ τεμένεσι, φεύγοντα τὴν ἀδικίαν ὡς δέσποιναν ἀσεβεστάτην καὶ χαλεπωτάτην, ἱκετεύοντα τοὺς θεοὺς συναποτρέπειν αὐτήν. ἰέναι δὲ καὶ πρὸς ἄνδρας δόξαν ἔχοντας ἐπ’ ἀνδραγαθίᾳ, ἀκουσόμενον περὶ εὐδαίμονος βίου καὶ κακῶν ἀνδρῶν τιμωρίας, ἵνα ἀποτρέπηται τῶν ἀδίκων ἔργων, δεισιδαιμονῶν
20δαίμονας ἀλάστορας. πάντας δὲ τιμᾶν οἷς καὶ οἱ κατοικοῦντες τὴν πόλιν καὶ τοῖς ἄλλοις νομίμοις τοῖς πατρίοις τοὺς θεούς· πάτρια δὲ εἶναι τὰ κάλλιστα. πεπεῖσθαι δὲ τοῖς νόμοις ἅπαντας καὶ τοὺς ἄρχοντας αἰδεῖσθαι καὶ ἐξίστασθαι καὶ ποιεῖν τὸ παραγγελλόμενον· ὡς μετὰ θεοὺς καὶ δαίμονας καὶ ἥρωας γονεῖς τε καὶ νόμοι καὶ ἄρχοντες σύνεγγύς
25εἰσι ταῖς τιμαῖς παρ’ ἀνθρώποις νοῦν ἔχουσι καὶ σωθησομένοις. πόλιν δὲ φιλαιτέραν μηδεὶς ἄλλην ποιείσθω τῆς αὑτοῦ πατρίδος, ὡς θεῶν πατρῴων νεμεσώντων· ἀρχὴ γὰρ προδοσίας φύεται τοῖς τοιαῦτα βουλομένοις. ἔτι δὲ χαλεπώτερον τῆς οἰκείας γῆς στερόμενον ζῆν ἐπ’ ἀλλοτρίας· οὐδὲν γάρ ἐστιν οἰκειότερον πατρίδος. μηδὲ ἐχθρὸν
30ἀκατάλλακτον μηδεὶς μηδένα νομιζέτω τῶν πολιτῶν, οἷς ἐφείκασιν οἱ
νόμοι μετέχειν τῆς πολιτείας· ὡς ὁ τοιοῦτος οὔτε ἄρξαι δύναιτ’ ἂν227

228

οὔτε δικάσαι καλῶς, τὸν θυμὸν ἔχων κυριώτερον τοῦ λογισμοῦ. μηδεὶς δὲ λεγέτω κακῶς μήτε κοινῇ τὴν πόλιν μήτε ἰδίᾳ τὸν πολίτην· ἀλλ’ οἱ τῶν νόμων φύλακες ἐπιμελείσθωσαν τῶν πλημμελούντων, πρῶτον μὲν νουθετοῦντες, ἐὰν δὲ μὴ πείθωνται, ζημιοῦντες. τῶν δὲ κειμένων
5νόμων ἐάν τις δοκῇ μὴ καλῶς κεῖσθαι, μετατιθέναι ἐπὶ τὸ βέλτιον· μενόντων δέ, πάντας πειθαρχεῖν· ὑπ’ ἀνθρώπων μὲν ἡττᾶσθαι τοὺς κειμένους νόμους οὐ καλὸν οὐδὲ συμφέρον· ὑπὸ δὲ νόμου βελτίονος ἡττώμενον κατακρατεῖσθαι καὶ καλὸν καὶ συμφέρον. τοὺς δὲ ταῦτα παραβαίνοντας χρὴ καὶ κολάζειν ὡς κατασκευάζοντας τῇ πόλει μεγίστων
10κακῶν ἀρχήν, ἀναρχίαν. ἄρχοντας δὲ μὴ εἶναι αὐθάδεις, μηδὲ πρὸς ἐπήρειαν κρίνειν, μηδὲ μεμνῆσθαι κρίνοντας φιλίας ἢ ἔχθρας, ἀλλὰ τοῦ δικαίου· οὕτω γὰρ ἀποδώσουσι τὰς κρίσεις δικαιοτάτας καὶ τῆς ἀρχῆς ἔσονται ἄξιοι. τοὺς μὲν οὖν δούλους προσήκει διὰ φόβον πράττειν τι τῶν δικαίων, τοὺς δ’ ἐλευθέρους δι’ αἰδῶ καὶ τὸ καλόν· διὸ χρὴ
15καὶ τοὺς ἄρχοντας εἶναι τοιούτους, ἵν’ ἔχωσιν οἱ ἀρχόμενοι τοὺς ἀξίους αἰσχύνης. ἐὰν δέ τις βούληται τῶν κειμένων νόμων κινεῖν ἢ ἄλλον εἰσφέρειν νόμον, εἰς βρόχον εἴρας τὸν τράχηλον λεγέτω τοῖς πολίταις περὶ αὐτοῦ· καὶ ἐὰν μὲν διαψηφιζομένων δόξῃ λελύσθαι τὸν νόμον ἢ ὑπάρχειν τὸν εἰσφερόμενον, καὶ αὐτὸν ἀθῷον εἶναι· ἐὰν δὲ ὁ προϋπάρχων
20μᾶλλον δοκῇ καλῶς ἔχειν ἢ ὁ εἰσφερόμενος ᾖ ἄδικος, τεθνάναι τὸν κινοῦντα ἢ εἰσφέροντα νόμον ἐπισπασθέντος τοῦ βρόχου. ἐν δὲ τοῖς κατὰ
25μέρος νομοθετήμασι πολλὰ παρ’ ἑαυτοῦ προσεξεῦρε μάλα σοφῶς καὶ περιττῶς. τῶν γὰρ ἄλλων ἁπάντων ἁμαρτανουσῶν γυναικῶν ἀργυρικὰς ζημίας τεταχότων οὗτος φιλοτέχνῳ προστίμῳ τὰς ἀκολασίας αὐτῶν διωρθώσατο. ἔγραψε γὰρ
οὕτω. γυναικὶ ἐλευθέρᾳ μὴ πλείω ἀκολουθεῖν μιᾶς θεραπαινίδος, ἐὰν228

229

μὴ μεθύῃ, μηδὲ ἐξιέναι νυκτὸς ἐκ τῆς πόλεως εἰ μὴ μοιχευομένην, μηδὲ περιτίθεσθαι χρυσία μηδὲ ἐσθῆτα παρυφασμένην, ἐὰν μὴ ἑταίρα ᾖ, μηδὲ τὸν ἄνδρα φορεῖν δακτύλιον ὑπόχρυσον μηδὲ ἱμάτιον ἰσο‐
μιλήσιον, ἐὰν μὴ ἑταιρεύηται ἢ μοιχεύηται.229